Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.104 Joseph. AJ 10.110 (English) >>Joseph. AJ 10.113

10.107καὶ διὰ τὸ μὴ ταὐτὸν αὐτοὺς ἑκατέρους λέγειν καὶ περὶ ὧν συμφωνεῖν ἐδόκουν ὡς οὐδʼ ἐκεῖνα ἀληθῆ λέγουσι καταγνούς· καίτοι πάντʼ αὐτῷ κατὰ τὰς προφητείας ἀπήντησεν, ἅπερ εὐκαιρότερον δηλώσομεν. 10.108

Τὴν συμμαχίαν δὲ τὴν πρὸς τοὺς Βαβυλωνίους ἐπʼ ἔτη ὀκτὼ κατασχὼν διέλυσε τὰς πρὸς αὐτοὺς πίστεις καὶ τοῖς Αἰγυπτίοις προστίθεται καταλύσειν τοὺς Βαβυλωνίους ἐλπίσας, αἳ μετʼ ἐκείνων ἐγένοντο. 10.109μαθὼν δὲ τοῦτο τῶν Βαβυλωνίων βασιλεὺς ἐστράτευσεν ἐπʼ αὐτὸν καὶ τὴν χώραν κακώσας αὐτοῦ καὶ τὰ φρούρια λαβὼν ἐπʼ αὐτὴν ἧκε τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν πολιορκήσων αὐτήν. 10.110 δʼ Αἰγύπτιος ἀκούσας ἐν οἷς ἐστιν σύμμαχος αὐτοῦ Σαχχίας ἀναλαβὼν πολλὴν δύναμιν ἧκεν εἰς τὴν Ἰουδαίαν ὡς λύσων τὴν πολιορκίαν. δὲ Βαβυλώνιος ἀφίσταται τῶν Ἱεροσολύμων, ἀπαντήσας δὲ τοῖς Αἰγυπτίοις καὶ συμβαλὼν αὐτοῖς τῇ μάχῃ νικᾷ καὶ τρεψάμενος αὐτοὺς εἰς φυγὴν ἐξ ὅλης διώκει τῆς Συρίας. 10.111ὡς δʼ ἀνεχώρησεν τῶν Βαβυλωνίων βασιλεὺς ἀπὸ τῶν Ἱεροσολύμων, ἐξηπάτησαν οἱ ψευδοπροφῆται τὸν Σαχχίαν λέγοντες οὔτε τὸν Βαβυλώνιον ἔτι αὐτὸν πολεμήσειν καὶ τοὺς ὁμοφύλους, οὓς ἀναστήσειεν ἐκ τῆς οἰκείας εἰς τὴν Βαβυλῶνα, μετὰ πάντων ἀνήξειν τῶν τοῦ ναοῦ σκευῶν, ὧν ἐσύλησεν βασιλεὺς ἐκ τοῦ νεώ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.104 Joseph. AJ 10.110 (English) >>Joseph. AJ 10.113

Powered by PhiloLogic